Setup Menus in Admin Panel

Cimone figlio di Milziade

Autore: Plutarco  [popup id=”916″ auto=”0″ classes=”btn primary”] Prima di tradurre [/popup] 

Κίμων ὁ Μιλτιάδου μητρὸς ἦν Ἡγησιπύλης, γένος Θρᾴττης, θυγατρὸς Ὀλόρου τοῦ βασιλέως. Μιλτιάδης μὲν οὖν πεντήκοντα ταλάντων ὀφλὼν δίκην καὶ πρὸς τὴν ἔκτισιν εἱρχθεὶς ἐτελεύτησεν ἐν τῷ δεσμωτηρίῳ, Κίμων δὲ μειράκιον παντάπασιν ἀπολειφθεὶς μετὰ τῆς ἀδελφῆς ἔτι κόρης οὔσης καὶ ἀγάμου τὸν πρῶτον ἠδόξει χρόνον ἐν τῇ πόλει καὶ κακῶς ἤκουεν ὡς ἄτακτος καὶ πολυπότης καὶ τῷ πάππῳ Κίμωνι προσεοικὼς τὴν φύσιν, ὃν δι᾽ εὐήθειάν φασι Κοάλεμον προσαγορευθῆναι. Τὰ δ᾽ ἄλλα πάντα τοῦ ἤθους ἀγαστὰ καὶ γενναῖα τοῦ Κίμωνος. Οὔτε γὰρ τόλμῃ Μιλτιάδου λειπόμενος οὔτε συνέσει Θεμιστοκλέους, δικαιότερος ἀμφοῖν ὁμολογεῖται γενέσθαι, καὶ ταῖς πολεμικαῖς οὐδὲ μικρὸν ἀποδέων ἀρεταῖς ἐκείνων ἀμήχανον ὅσον ἐν ταῖς πολιτικαῖς ὑπερβαλέσθαι νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος.

 

Traduzione guidata

Κίμων ὁ Μιλτιάδου μητρὸς ἦν Ἡγησιπύλης, γένος Θρᾴττης, θυγατρὸς Ὀλόρου τοῦ βασιλέως.

Cimone figlio di Milziade ebbe come madre Egesipila…

Controlla i tuoi errori. Acquista la TRADUZIONE COMPLETA

19 Febbraio 2015

Greco e latino Copyright © 2019 Service hde P.IVA 07611461216 Tutti i diritti riservati

      logo service hde piccolo PayPal_carte di credito