Encomio di Elena

Share with:


Autore: Isocrate  [popup id=”375″ auto=”0″ classes=”btn primary”] Prima di tradurre [/popup]  

Θαυμάζω δ᾽ εἴ τις οἴεται κακῶς βεβουλεῦσθαι τὸν μετὰ ταύτης ζῆν ἑλόμενον, ἧς ἕνεκα πολλοὶ τῶν ἡμιθέων ἀποθνῄσκειν ἠθέλησαν. Πῶς δ᾽ οὐκ ἂν ἦν ἀνόητος, εἰ τοὺς θεοὺς εἰδὼς περὶ κάλλους φιλονικοῦντας αὐτὸς κάλλους κατεφρόνησε, καὶ μὴ ταύτην ἐνόμισε μεγίστην εἶναι τῶν δωρεῶν, περὶ ἧς κἀκείνας ἑώρα μάλιστα σπουδαζούσας; Τίς δ᾽ ἂν τὸν γάμον τὸν Ἑλένης ὑπερεῖδεν, ἧς ἁρπασθείσης οἱ μὲν Ἕλληνες οὕτως ἠγανάκτησαν ὥσπερ ὅλης τῆς Ἑλλάδος πεπορθημένης, οἱ δὲ βάρβαροι τοσοῦτον ἐφρόνησαν, ὅσονπερ ἂν εἰ πάντων ἡμῶν ἐκράτησαν; Δῆλον δ᾽ ὡς ἑκάτεροι διετέθησαν· πολλῶν γὰρ αὐτοῖς πρότερον ἐγκλημάτων γενομένων, περὶ μὲν τῶν ἄλλων ἡσυχίαν ἦγον, ὑπὲρ δὲ ταύτης τηλικοῦτον συνεστήσαντο πόλεμον οὐ μόνον τῷ μεγέθει τῆς ὀργῆς ἀλλὰ καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῷ πλήθει τῶν παρασκευῶν, ὅσος οὐδεὶς πώποτε γέγονεν.

 

Traduzione guidata

Θαυμάζω δ᾽ εἴ τις οἴεται κακῶς βεβουλεῦσθαι τὸν μετὰ ταύτης ζῆν ἑλόμενον, ἧς ἕνεκα πολλοὶ τῶν ἡμιθέων ἀποθνῄσκειν ἠθέλησαν.

Mi meraviglio se qualcuno pensa che abbia deciso male colui che scelse di vivere con questa donna, per la quale…

Controlla i tuoi errori. Acquista la TRADUZIONE COMPLETA

Share with:


19 Febbraio 2015

Greco e latino Copyright © 2019 Service hde P.IVA 07611461216 Tutti i diritti riservati

      logo service hde piccolo PayPal_carte di credito