Il leone vecchio e la volpe

Autore: Esopo Prima di tradurre  

Λέων γηράσας καὶ μὴ δυνάμενος δι᾿ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν, ἔγνω δεῖν δι᾿ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῶα συλλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι· τοῦ δὲ εἰπόντος «κακῶς» καὶ τὴν αἰτίαν ἐρομένου, δι᾿ ἣν οὐκ εἴσεισιν, ἔφη· «ἀλλ᾿ ἔγωγε εἰσῆλθον ἂν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.» Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσι.

 

Traduzione guidata

Λέων γηράσας καὶ μὴ δυνάμενος δι᾿ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν, ἔγνω δεῖν δι᾿ ἐπινοίας τοῦτο πρᾶξαι.

Un leone essendo vecchio e non riuscendo a procurarsi il cibo con la forza, capì che era necessario…

TRADUZIONE COMPLETA Il leone vecchio e la volpe

Ripassa le regole grammaticali presenti in questa versione

 

 mutos deloi oti 

Condividi con:


2 Aprile 2020

Greco e latino Copyright © 2020 Service hde P.IVA 07611461216 Tutti i diritti riservati

      logo service hde piccolo