Setup Menus in Admin Panel

L’asino che si fingeva zoppo

Autore: Esopo [popup id=”1321″ auto=”0″ classes=”btn primary”] Prima di tradurre [/popup] 

Ὁνος ἔν τινι λειμῶνι νεμόμενος ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυθομένου, δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτὸν πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τὴν ὁπλὴν ἔχοντος ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· ἀλλ’ ἔγωγε δίκαια πέπονθα. Τί γὰρ τοῦ πατρός με μάγειρον διδάξαντος αὐτὸς ἰατρικὴν τέχνην ὑπελαβόμην;

 

Traduzione guidata

Ὁνος ἔν τινι λειμῶνι νεμόμενος ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο.

Un asino che errava in un prato, come vide un lupo avvicinarsi a lui fingeva di zoppicare…

Controlla i tuoi errori. Acquista la TRADUZIONE COMPLETA

27 Febbraio 2015

Greco e latino Copyright © 2019 Service hde P.IVA 07611461216 Tutti i diritti riservati

      logo service hde piccolo PayPal_carte di credito