Aristide è ostracizzato

Autore: Plutarco Prima di tradurre  

Γραφομένων τότε τῶν ὀστράκων, λέγεταί τινα τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ Ἀριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν ὅπως Ἀριστείδην ἐγγράψειε. Τοῦ δὲ θαυμάσαντος καὶ πυθομένου μή τι κακὸν αὐτὸν Ἀριστείδης πεπόιηκεν· ‘Οὐδέν, εἶπεν, οὐδὲ γιγνώσκω τὸν ἄνθρωπον, ἀλλ ̓ἐνοχλοῦμαι πανταχοῦ τὸν Δίκαιον ἀκούων’. Ταῦt ̓ἀκούσαντα τὸν Ἀριστείδην ἀποκρίνασθαι μὲν οὐδέν, ἐγγράψαι δὲ τοὔνομα τῷ ὀστράκῳ καὶ ἀποδοῦναι. Τῆς δὲ πόλεως ἀπαλλαττόμενος ἤδη, τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν ηὔξατο μηδένα καιρὸν Ἀθηναίους καταλαβεῖν ὅς ἀναγκάσει τὸν δῆμον Ἀριστείδου μνησθῆναι.

 

Traduzione guidata

Γραφομένων τότε τῶν ὀστράκων, λέγεταί τινα τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ Ἀριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν ὅπως Ἀριστείδην ἐγγράψειε.

Allora, mentre venivano incisi i cocci per l’ostracismo, si dice che uno tra gli analfabeti…

24 Settembre 2021

Greco e latino Copyright © 2023 Service hde P.IVA 07611461216 Tutti i diritti riservati