Il fanciullo ladro e la madre

Autore: Esopo Prima di tradurre  

Παῖς ἐκ διδασκαλείου τὴν σθμφοιτητοῦ δέλτον ἀνελόμενος τῇ μητρὶ ἐκόμισε· τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει· ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν· «θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς·» τῆς δὲ προσελθούσης, ταχέως ἐπελἀβετο τοῦ ὠτίου αὐτῆς, καὶ ἀπέκοψε. Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ, ἐκεῖνος ἔφη· «ἀλλὰ τότε, ὅτε σοὶ πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην.»
Ὁ λόγος δηλοῖ, ὅτι τὸ κατ᾿ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει.

 

Traduzione guidata

Παῖς ἐκ διδασκαλείου τὴν σθμφοιτητοῦ δέλτον ἀνελόμενος τῇ μητρὶ ἐκόμισε·

Un ragazzo dopo aver rubato (lett = portato via) a scuola la tavoletta del compagno…

Ripassa le regole grammaticali presenti in questa versione

 

 mutos deloi oti 

24 Settembre 2021

Greco e latino Copyright © 2024 Service hde P.IVA 07611461216 Tutti i diritti riservati