La lotta dei galli ad Atene

Autore: Eliano

Μετὰ τὴν κατὰ τῶν Περσῶν νίκην Ἀθηναῖοι νόμον ἔθεντο ἀλεκτρυόνας ἀγωνίζεσθαι δημοσίᾳ ἐν τῷ θεάτρῳ μιᾶς ἡμέρας τοῦ ἔτους· πόθεν δὲ τὴν ἀρχὴν ἔλαβεν ὅδε ὁ νόμος ἐρῶ. Ὅτε Θεμιστοκλῆς ἐπὶ τοὺς βαρβάρους ἐξῆγε τὴν πολιτικὴν δύναμιν, ἀλεκτρυόνας ἐθεάσατο μαχομένους· οὐδὲ ἀργῶς αὐτοὺς εἶδεν, ἐπέστησε δὲ τὴν στρατιὰν καὶ ἔφη πρὸς αὐτούς· «ἀλλ᾿ οὗτοι μὲν οὔτε ὑπὲρ πατρίδος οὔτε ὑπὲρ πατρῴων θεῶν οὐδὲ μὴν ὑπὲρ γονικῶν ἠρίων κακοπαθοῦσιν οὐδὲ ὑπὲρ δόξης οὐδὲ ὑπὲρ ἐλευθερίας οὐδὲ ὑπὲρ παὶδων, ἀλλ᾿ ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερος μηδὲ εἶξαι θατέρῳ τὸν ἕτερον.» Ἅπερ οὖν εἰπὼν ἐπέρρωσε τοὺς Ἀθηναίους. Τὸ τοίνυν γενόμενον αὐτοῖς σύνθημα τότε εἰς ἀρετὴν ἐβουλήθη διαφυλάττειν καὶ εἰς τὰ ὅμοια ἔργα ὑπόμνησιν.

 

Traduzione guidata

Μετὰ τὴν κατὰ τῶν Περσῶν νίκην Ἀθηναῖοι νόμον ἔθεντο ἀλεκτρυόνας ἀγωνίζεσθαι δημοσίᾳ ἐν τῷ θεάτρῳ μιᾶς ἡμέρας τοῦ ἔτους· πόθεν δὲ τὴν ἀρχὴν ἔλαβεν ὅδε ὁ νόμος ἐρῶ.

Dopo la vittoria sui Persiani, gli ateniesi crearono una legge (per la quale) i galletti dovevano combattere (lett. combattevano)…

24 Settembre 2021

Greco e latino Copyright © 2024 Service hde P.IVA 07611461216 Tutti i diritti riservati